Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.110 Joseph. AJ 7.114 (English) >>Joseph. AJ 7.117

7.113φήσαντος δʼ υἱὸν αὐτοῦ περιλείπεσθαι Μεμφίβοσθον ὄνομα πεπηρωμένον τὰς βάσεις, τῆς γὰρ τροφοῦ μετὰ τὸ προσαγγελθῆναι τὸν πατέρα τοῦ παιδίου καὶ τὸν πάππον ἐν τῇ μάχῃ πεσόντας ἁρπασαμένης καὶ φευγούσης, ἀπὸ τῶν ὤμων αὐτὸ κατενεχθῆναι καὶ βλαβῆναι τὰς βάσεις, μαθὼν ὅπου καὶ παρὰ τίνι τρέφεται πέμψας πρὸς τὸν Μάχειρον εἰς Λάβαθα πόλιν, παρὰ τούτῳ γὰρ Ἰωνάθου παῖς ἐτρέφετο, μεταπέμπεται πρὸς αὑτόν. 7.114ἐλθὼν δʼ Μεμφίβοσθος πρὸς τὸν βασιλέα πεσὼν ἐπὶ πρόσωπον προσεκύνησεν αὐτόν. δὲ Δαυίδης θαρρεῖν τε προυτρέπετο καὶ τὰ βελτίω προσδοκᾶν· δίδωσι δʼ αὐτῷ καὶ τὸν πατρῷον οἶκον καὶ πᾶσαν τὴν οὐσίαν, ἣν πάππος αὐτοῦ Σαοῦλος ἐκτήσατο, σύσσιτόν τε καὶ ὁμοτράπεζον ἐκέλευσεν εἶναι καὶ μηδεμίαν ἡμέραν ἀπολείπεσθαι τῆς σὺν αὐτῷ διαίτης. 7.115τοῦ δὲ παιδὸς προσκυνήσαντος ἐπί τε τοῖς λόγοις καὶ ταῖς δωρεαῖς, καλέσας τὸν Σιβὰν τὸν πατρῷον οἶκον ἔλεγε δεδωρῆσθαι τῷ παιδὶ καὶ πᾶσαν τὴν Σαούλου κτῆσιν, αὐτόν τε ἐκέλευσεν ἐργαζόμενον αὐτοῦ τὴν γῆν καὶ προνοούμενον ἁπάντων τὴν πρόσοδον εἰς Ἱεροσόλυμα κομίζειν, ἄγειν τε αὐτὸν καθʼ ἑκάστην ἡμέραν ἐπὶ τὴν αὐτοῦ τράπεζαν αὐτὸν Σιβὰν καὶ τοὺς υἱοὺς αὐτοῦ, ἦσαν δʼ οὗτοι πεντεκαίδεκα, καὶ τοὺς οἰκέτας αὐτοῦ τὸν ἀριθμὸν ὄντας εἴκοσι τῷ παιδὶ χαρίζεται Μεμφιβόσθῳ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.110 Joseph. AJ 7.114 (English) >>Joseph. AJ 7.117

Powered by PhiloLogic